ΠΕΡΙ ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΑ Ε
ΠΕΡΙ ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ
ΤΟΙΣ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗΣ ΤΟ Βʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ
| |||
ΠΕΡΙ ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΤΟΙΣ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗΣ ΤΟ Βʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ
αʹ. Περὶ κόσμου - βʹ. Περὶ σχήματος κόσμου - γʹ. Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος - δʹ. Εἰ ἄφθαρτος ὁ κόσμος - εʹ. Πόθεν τρέφεται ὁ κόσμος - Ϛʹ. Ἀπὸ ποίου πρώτου στοιχείου ἤρξατο κοσμοποιεῖν ὁ θεός - ζʹ. Περὶ τάξεως κόσμου - ηʹ. Περὶ τοῦ τίς ἡ αἰτία τὸν κόσμον ἐγκλιθῆναι - θʹ. Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν - ιʹ. Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά - ιαʹ. Περὶ οὐρανοῦ, τίς ἡ τούτου οὐσία - ιβʹ. Περὶ διαιρέσεως οὐρανοῦ, εἰς πόσους κύκλους διαιρεῖται - ιγʹ. Τίς οὐσία τῶν ἀστέρων πλανητῶν τε καὶ ἀπλανῶν καὶ πῶς συνέστη - ιδʹ. Περὶ σχημάτων ἀστέρων - ιεʹ. Περὶ τάξεως ἀστέρων - ιϚʹ. Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως - ιζʹ. Πόθεν φωτίζονται οἱ ἀστέρες - ιηʹ. Περὶ τῶν ἀστέρων τῶν καλουμένων Διοσκούρων - ιθʹ. Περὶ ἐπισημασίας τῶν ἀστέρων καὶ πῶς γίνεται χειμὼν καὶ θέρος - κʹ. Περὶ οὐσίας ἡλίου καὶ ὅτι δύο καὶ τρεῖς εἰσιν - καʹ. Περὶ μεγέθους ἡλίου - κβʹ. Περὶ σχήματος ἡλίου - κγʹ. Περὶ τροπῶν ἡλίου - κδʹ. Περὶ ἐκλείψεως ἡλίου - κεʹ. Περὶ οὐσίας σελήνης - κϚʹ. Περὶ μεγέθους σελήνης - κζʹ. Περὶ σχήματος σελήνης - κηʹ. Περὶ φωτισμῶν σελήνης - κθʹ. Περὶ ἐκλείψεως σελήνης - λʹ. Περὶ ἐμφάσεως αὐτῆς καὶ διὰ τί γεώδης φαίνεται - λαʹ. Περὶ τῶν ἀποστημάτων τῆς σελήνης, πόσον ἀφέστηκε τοῦ ἡλίου - λβʹ. Περὶ ἐνιαυτοῦ, πόσος ἑκάστου τῶν πλανητῶν χρόνος καὶ τίς ὁ μέγας ἐνιαυτός
[886b] Τετελεκὼς τοίνυν τὸν περὶ ἀρχῶν καὶ στοιχείων καὶ τῶν συνεδρευόντων αὐτοῖς λόγον τρέψομαι πρὸς τὸν ἐπὶ τῶν ἀποτελεσμάτων, ἀπὸ τοῦ περιεκτικωτάτου πάντων ἐνστησάμενος.
αʹ. Περὶ κόσμου
Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως.
Θαλῆς καὶ οἱ ἀπ´ αὐτοῦ ἕνα τὸν κόσμον.
[886c] Δημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν.
Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ κόσμου καὶ τοῦ πέρατος αὐτοῦ.
Σέλευκος ἄπειρον τὸν κόσμον.
Διογένης τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι.
Οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι τὸ σὺν κενῷ ἄπειρον, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε [οὐ] τὸ αὐτὸ εἶναι τὸ ὅλον καὶ τὸν κόσμον.
βʹ. Περὶ σχήματος κόσμου
Ἐπίκουρος δ´ ἐνδέχεσθαι μὲν εἶναι σφαιροειδεῖς τοὺς κόσμους, ἐνδέχεσθαι δὲ καὶ ἑτέροις σχήμασι κεχρῆσθαι.
γʹ. Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος
Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον.
Δημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενὸν οὔτ´ ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι, φύσει δέ τινι ἀλόγῳ.
Ἀριστοτέλης οὔτ´ ἔμψυχον ὅλον δι´ ὅλων, οὔτε μὴν αἰσθητικὸν [886e] οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον· τὰ μὲν γὰρ οὐράνια τούτων ἁπάντων κοινωνεῖν, σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς, τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δ´ εὐταξίας κατὰ συμβεβηκὸς οὐ προηγουμένως μετέχειν.
δʹ. Εἰ ἄφθαρτος ὁ κόσμος
Πυθαγόρας 〈καὶ Πλάτων〉 καὶ οἱ Στωικοὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν ὅσον ἐπὶ τῇ φύσει, αἰσθητὸν γὰρ εἶναι διότι καὶ σωματικόν, οὐ μὴν φθαρησόμενόν γε προνοίᾳ καὶ συνοχῇ θεοῦ.
Ἐπίκουρος φθαρτόν, ὅτι καὶ γενητόν, ὡς ζῷον ὡς φυτόν.
Ξενοφάνης ἀγένητον καὶ ἀίδιον καὶ ἄφθαρτον τὸν [886f] κόσμον.
Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητόν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται.
εʹ. Πόθεν τρέφεται ὁ κόσμος
Ἀριστοτέλης· εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς τινος ἐπιδεῖται τροφῆς· διὰ τοῦτο καὶ ἀίδιος.
[887a] Πλάτων αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι.
Φιλόλαος διττὴν εἶναι τὴν φθοράν, τότε μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τότε δ´ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου.
Οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.
Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου.
[887b] Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, δεύτερον δὲ τὸ πῦρ ἐφ´ ᾧ τὴν γῆν, ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς περιφορᾶς ἀναβλύσαι τὸ ὕδωρ· ἐξ οὗ 〈ἀνα〉θυμιαθῆναι τὸν ἀέρα καὶ γενέσθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος τὸν δ´ ἥλιον ἐκ τοῦ πυρός, πιληθῆναι δ´ ἐκ τῶν ἄλλων τὰ περίγεια.
Πλάτων τὸν ὁρατὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου· τοῦ δ´ ὁρατοῦ κόσμου προτέραν μὲν εἶναι τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδὲς τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον.
Πυθαγόρας πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι [887c] τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν.
Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει.
ζʹ. Περὶ τάξεως κόσμου
Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δ´ ἐκ τοῦ πυκνοῦ, μικτὰς δ´ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν.
[887d] Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ.
Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα τὰ δ´ ἀκίνητα.
Πλάτων πῦρ πρῶτον εἶτ´ αἰθέρα μεθ´ ὃν ἀέρα ἐφ´ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα τῷ πυρὶ συνάπτει.
Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δή τι σῶμα· μεθ´ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ· τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν, τῶν δ´ ὑπ´ ἐκεῖνα τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω τοῖς δὲ βαρέσι τὴν κάτω.
[887e] Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδ´ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ † πάντα τοὺς † ἀλλήλων μεταλαμβάνειν.
ηʹ. Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι
Διογένης Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵν´ ἃ μὲν [τινα] ἀοίκητα γένηται ἃ δ´ οἰκητὰ μέρη τοῦ κόσμου κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν.
[887f] Ἐμπεδοκλῆς τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐγκλιθῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι, καθ´ ὃ καὶ τὸν ὅλον κόσμον.
θʹ. Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν
Οἱ μὲν ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ.
[888a] Οἱ δὲ Στωικοί, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται, τὸ ἄπειρον.
Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλ´ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν [ἐν τῷ πρώτῳ Περὶ κενοῦ].
Ἀριστοτέλης [ἔλεγεν] μηδὲν εἶναι κενόν.
Πλάτων μήτ´ ἐκτὸς τοῦ κόσμου μήτ´ ἐντὸς μηδὲν εἶναι κενόν.
ιʹ. Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά
Πυθαγόρας Πλάτων Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου [888b] τὰ ἀνατολικὰ μέρη, ἀφ´ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά.
Ἐμπεδοκλῆς δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.
ιαʹ. Περὶ οὐρανοῦ, τίς ἡ τούτου οὐσία
Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτω γηίνην.
Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος συμπαγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ 〈τὸ〉 ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα.
Ἀριστοτέλης ἐκ πέμπτου σώματος 〈...〉 † πυρὸς ἢ † 〈...〉 ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος.
ιβʹ. Περὶ διαιρέσεως οὐρανοῦ, εἰς πόσους κύκλους διαιρεῖται
[888c] Θαλῆς Πυθαγόρας οἱ ἀπ´ αὐτοῦ μεμερίσθαι τὴν τοῦ παντὸς οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε, οὕστινας προσαγορεύουσι ζώνας· καλεῖται δ´ αὐτῶν ὁ μὲν ἀρκτικός τε καὶ ἀειφανής, ὁ δὲ θερινὸς τροπικός, ὁ δ´ ἰσημερινός, ὁ δὲ χειμερινὸς τροπικός, ὁ δ´ ἀνταρκτικός τε καὶ ἀφανής· λοξὸς δὲ τοῖς τρισὶ μέσοις ὁ καλούμενος ζῳδιακὸς ὑποβέβληται, παρεπιψαύων τῶν μέσων τριῶν· πάντας δ´ αὐτοὺς ὁ μεσημβρινὸς πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντίξουν τέμνει.
Πυθαγόρας πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν [888d] τοῦ ζῳδιακοῦ κύκλου, ἥντινα Οἰνοπίδης ὁ Χῖος ὡς ἰδίαν ἐπίνοιαν σφετερίζεται.
ιγʹ. Τίς ἡ οὐσία τῶν ἄστρων, πλανητῶν καὶ ἀπλανῶν, καὶ πῶς συνέστη
Θαλῆς γεώδη μὲν ἔμπυρα δὲ τὰ ἄστρα.
Ἐμπεδοκλῆς πύρινα ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν.
Ἀναξαγόρας τὸν περικείμενον αἰθέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δ´ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἐκ τῆς γῆς καὶ καταφλέξαντα τούτους ἠστερικέναι.
[888e] Διογένης κισηρώδη τὰ ἄστρα, διαπνοὰς δ´ αὐτὰ νομίζει τοῦ κόσμου· πάλιν δ´ ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον.
Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι.
Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων στοιχείων κόλλης δίκην.
[888f] Ξενοφάνης ἐκ νεφῶν 〈μὲν〉 πεπυρωμένων, σβεννυμένους δὲ καθ´ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις.
Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα τε καὶ αἰθέρα ἐν τῷ ἀπείρῳ αἰθέρι· ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεται· κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων.
[889a] Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.
ιδʹ. Περὶ σχημάτων ἀστέρων
Οἱ Στωικοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον καὶ σελήνην.
Κλεάνθης κωνοειδεῖς.
Ἀναξιμένης ἥλων δίκην καταπεπηγέναι τῷ κρυσταλλοειδεῖ.
Ἔνιοι δὲ πέταλα εἶναι πύρινα, ὥσπερ ζῳγραφήματα.
ιεʹ. Περὶ τάξεως ἀστέρων
Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κινεῖσθαι τοὺς ἀστέρας.
Οἱ δ´ ἄλλοι Στωικοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους ἐν ὕψει καὶ βάθει.
[889b] Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφ´ οἷς ἥλιον φωσφόρον σελήνην.
Πλάτων μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον φαίνοντα λεγόμενον τὸν τοῦ Κρόνου, δεύτερον φαέθοντα τὸν τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεος, τέταρτον ἑωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβοντα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἥλιον, ἕβδομον σελήνην.
Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον.
Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετ´ αὐτὸν δὲ [889c] τὴν σελήνην, ὑπὸ δ´ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας.
ιϚʹ. Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως
Ἀναξαγόρας Δημόκριτος Κλεάνθης ἀπ´ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας.
Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλανήτας τοῖς ἀπλανέσιν ἐναντίως, ἀπὸ γὰρ δυσμῶν ἐπ´ ἀνατολὰς ἀντιφέρεσθαι.
Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ´ ὧν ἕκαστος βέβηκε, φέρεσθαι.
Ἀναξιμένης 〈οὐχ〉 [ὁμοίως] ὑπὸ τὴν γῆν [καὶ] περὶ αὐτὴν 〈δὲ〉 στρέφεσθαι τοὺς ἀστέρας.
Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον τὸν ἑωσφόρον τὸν στίλβοντα.
ιζʹ. Πόθεν φωτίζονται οἱ ἀστέρες
[889d] Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι.
Ἡράκλειτος καὶ οἱ Στωικοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως.
Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτὰ ἀλλ´ ἀίδια.
Πλάτων οἱ Στωικοί, ὡς ὅλον τὸν κόσμον, καὶ τὰ ἄστρα ἐξ αὑτῶν τρέφεσθαι.
ιηʹ. Περὶ τῶν ἄστρων τῶν καλουμένων Διοσκούρων
Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα.
Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ [889e] καταπλήξεως εἶναι στιλβηδόνας.
ιθʹ. Περὶ ἐπισημασίας ἀστέρων καὶ πῶς γίνεται χειμὼν καὶ θέρος
Πλάτων τὰς ἐπισημασίας τάς τε θερινὰς καὶ τὰς χειμερινὰς κατὰ τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δυσμὰς γίνεσθαι, ἡλίου τε καὶ σελήνης καὶ τῶν ἄλλων πλανητῶν καὶ ἀπλανῶν.
Ἀναξιμένης δὲ διὰ μὲν ταῦτα μηδὲν τούτων, διὰ δὲ τὸν ἥλιον μόνον.
[889f] Εὔδοξος Ἄρατος κοινῶς διὰ πάντας τοὺς ἀστέρας, ἐν οἷς φησιν
αὐτὸς γὰρ τάδε σήματ´ ἐν οὐρανῷ ἐστήριξεν,
ἄστρα διακρίνας· ἐσκέψατο δ´ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν.
κʹ. Περὶ οὐσίας ἡλίου καὶ ὅτι δύο καὶ τρεῖς εἰσίν
Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματίου τροχῷ 〈παραπλήσιον〉, τὴν ἁψῖδα [παραπλήσιον] ἔχοντα κοίλην, πλήρη πυρός, [ἧς] κατά τι μέρος [890a] ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτ´ εἶναι τὸν ἥλιον.
Ξενοφάνης ἐκ πυριδίων τῶν συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως συναθροιζόντων δὲ τὸν ἥλιον· ἢ νέφος πεπυρωμένον.
Οἱ Στωικοὶ ἄναμμα νοερὸν ἐκ θαλάττης.
Πλάτων ἐκ πλείστου πυρός.
Ἀναξαγόρας Δημόκριτος Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον.
Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ πέμπτου σώματος.
Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε προσεοικέναι ἡλίῳ τὸ ἐν τῷ οὐρανῷ [890b] πυρῶδες τό τε δὴ ἀπ´ αὐτοῦ καὶ ἐσοπτροειδές, καὶ τρίτον τὴν ἀπὸ τοῦ ἐσόπτρου κατ´ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον οἱονεὶ εἴδωλον εἰδώλου.
Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς τὸ ἡμισφαίριον, ἀεὶ καταντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον· τὸν δὲ φαινόμενον ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς 〈αὐ〉γῆς κατ´ ἀνάκλασιν ἐγγιγνομένην εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει [890c] τοῦ πυρίνου· ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντα, ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον.
Ἐπίκουρος γήινον πύκνωμα κισηροειδῶς ταῖς κατατρήσεσιν ὑπὸ τοῦ πυρὸς ἀνημμένον.
καʹ. Περὶ μεγέθους ἡλίου
Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον τῇ γῇ εἶναι, τὸν δὲ κύκλον, ἀφ´ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ἐφ´ οὗ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς.
Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου.
Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου.
Ἐπίκουρος [πάλιν φησὶν ἐνδέχεσθαι τὰ προειρημένα πάντα ἢ] τηλικοῦτον ἡλίκος φαίνεται, μικρῷ 〈τινι〉 μείζω ἢ ἐλάττω.
κβʹ. Περὶ σχήματος ἡλίου
[890d] Ἀναξιμένης πλατὺν ὡς πέταλον τὸν ἥλιον.
Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον.
Οἱ Στωικοὶ σφαιροειδῆ, ὡς τὸν κόσμον καὶ τὰ ἄστρα.
Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.
κγʹ. Περὶ τροπῶν ἡλίου
Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθεῖσθαι τὰ ἄστρα.
Ἀναξαγόρας ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ.
[890e] Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων.
Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψύχους σβέννυσθαι τὸν ἥλιον.
Οἱ Στωικοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διέρχεσθαι τὸν ἥλιον· ὠκεανὸς δ´ ἐστὶν ἢ γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται.
Πλάτων Πυθαγόρας Ἀριστοτέλης παρὰ τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, δι´ οὗ φέρεται λοξοπορῶν ὁ ἥλιος, καὶ κατὰ δορυφορίαν τῶν τροπικῶν κύκλων· ταῦτα δὲ άντα καὶ ἡ σφαῖρα δείκνυσιν.
κδʹ. Περὶ ἐκλείψεως ἡλίου
[890f] Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον τῆς σελήνης αὐτὸν ὑποτρεχούσης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένῳ τῷ δίσκῳ.
Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου.
Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν.
Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς [891a] γίνεσθαι· παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ´ ὅλον μῆνα καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι.
Ἔνιοι πύκνωμα τῶν ἀοράτως ἐπερχομένων τῷ δίσκῳ νεφῶν.
Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ γῆν κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον.
Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ κλίμα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφ´ ἡμῶν, καὶ οὕτως ὥσπερ κενεμβατοῦντα [891b] ἔκλειψιν ὑποφαίνειν. ὁ δ´ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.
κεʹ. Περὶ οὐσίας σελήνης
Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς γῆς, ὥσπερ 〈τὸν〉 τοῦ ἡλίου πλήρη πυρός· ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ· ὅμοιον γὰρ εἶναι ἁρματίου τροχῷ κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πλήρη πυρός, ἔχοντι μίαν ἐκπνοήν.
Ξενοφάνης νέφος εἶναι πεπιλημένον.
Οἱ Στωικοὶ μικτὴν ἐκ πυρὸς καὶ ἀέρος.
[891c] Πλάτων ἐκ πλείονος τοῦ πυρώδους.
Ἀναξαγόρας Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.
Ἡράκλειτος γῆν ὁμίχλῃ περιειλημμένην.
Πυθαγόρας † κατὰ τὸ πυροειδὲς † σῶμα [σελήνης].
κϚʹ. Περὶ μεγέθους σελήνης
Οἱ Στωικοὶ μείζονα τῆς γῆς ἀποφαίνονται ὡς καὶ τὸν ἥλιον.
Παρμενίδης ἴσην τῷ ἡλίῳ, καὶ ἀπ´ αὐτοῦ φωτίζεσθαι.
κζʹ. Περὶ σχήματος σελήνης
Οἱ Στωικοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἥλιον.
Ἐμπεδοκλῆς δισκοειδῆ.
Ἡράκλειτος σκαφοειδῆ.
Ἄλλοι κυλινδροειδῆ.
κηʹ. Περὶ φωτισμῶν σελήνης
[891d] Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως.
Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην, τὸ δ´ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.
Θαλῆς καὶ οἱ ἀπ´ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην.
Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην· [891e] σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας δεχομένους δὲ τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγὰς φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολωτέρῳ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.
κθʹ. Περὶ ἐκλείψεως σελήνης
Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου.
Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους.
Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς [συ]στροφήν.
[891f] Τῶν Πυθαγορείων τινὲς ἀνταυγείᾳ καὶ ἐπιφράξει τὸ μὲν τῆς γῆς τὸ δὲ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι κατ´ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθ´ ἣν τελείως σβέννυται.
Πλάτων Ἀριστοτέλης οἱ Στωικοὶ οἱ μαθηματικοὶ συμφώνως τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δ´ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γινομένης, † μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης †.
λʹ. Περὶ ἐμφάσεως αὐτῆς, διὰ τί γεώδης φαίνεται
[892a] Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρ´ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν· εἶναι γὰρ πεντεκαιδεκαπλασίονα τὰ ἐπ´ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει.
Ἀναξαγόρας ἀνωμαλότητα [διὰ] τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες· ὅθεν ψευδοφαῆ λέγεσθαι τὸν ἀστέρα.
[892b] Οἱ Στωικοὶ διὰ τὸ † ἑτεροειδὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.
λαʹ. Περὶ ἀποστημάτων τῆς σελήνης, πόσον ἀφέστηκε τοῦ ἡλίου
Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ † τῆς γῆς.
Οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον.
Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν τῆς γῆς σταδίων μυριάδας 〈τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας〉 ἑβδομήκοντα ὀκτώ.
λβʹ. Περὶ ἐνιαυτοῦ, πόσος ἑκάστου τῶν πλανητῶν χρόνος, καὶ τίς ὁ μέγας ἐνιαυτός
Ἐνιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος λʹ, Διὸς δὲ ιβʹ, Ἄρεος δυεῖν, Ἡλίου ιβʹ μῆνες· οἱ δ´ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ· σελήνης ἡμέραι λʹ· οὗτος [892c] γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον.
Τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται οἱ δ´ ἐν τῇ ἐννεακαιδεκαετηρίδι οἱ δ´ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν.
Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν.
Διογένης ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων ὅσων ὁ κατὰ Ἡράκλειτον ἐνιαυτός. ἄλλοι δὲ δι´ ἑπτακισχιλίων ψοζʹ.
|
Μουσάων῾Ελικωνιάδων ἀρχώµεθ᾿ ἀείδειν,αἵ θ᾿ ῾Ελικῶνος ἔχουσιν ὄρος µέγα τε ζάθεόν τε,Kαί τε περὶ κρήνην ἰοειδέα πόσσ᾿ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωµὸν ἐρισθενέος Κρονίωνος• ΗΣΙΟΔΟΥ ΘΕΟΓΟΝΙΑ
Πέμπτη 6 Δεκεμβρίου 2012
ΠΕΡΙ ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΑ
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σε κατοικους Ελλαδος ΔΕΝ γινονται δεκτά τα γκριγκλις.
Εαν ειστε κατοικος εξωτερικου και δεν μπορειτε να χρησιμοποιησετε Ελληνικο αλφαβητο, θα μεταφραζω εγω τα σχολια και θα τα παραθετω διπλα η κατω απο το δικο σας.
Σχολια σε αλλη γλωσσα επιτρεπονται.